ΑΡΧΙΜΑΝΔΡΙΤΗΣ ΝΙΚΟΔΗΜΟΣ ΚΑΒΑΡΝΟΣ - ΥΜΝΟΙ ΜΕΓΑΛΗΣ ΤΕΤΑΡΤΗΣ - Μουσική Πυξίδα

Τελευταία Νέα:

Post Top Ad

2Η ΦΩΤΟ

Post Top Ad

2Η ΦΩΤΟ

Τετάρτη 15 Απριλίου 2020

ΑΡΧΙΜΑΝΔΡΙΤΗΣ ΝΙΚΟΔΗΜΟΣ ΚΑΒΑΡΝΟΣ - ΥΜΝΟΙ ΜΕΓΑΛΗΣ ΤΕΤΑΡΤΗΣ


 ΨΑΛΜΟΙ

Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Ἀλληλούϊα.

Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθής, ἵνα μῄ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς
---------
ΚΑΤΑ ΛΟΥΚΑΝ 22:14-23:56 1550 

14 και οτε εγένετο η ωρα ανέπεσεν και οι δώδεκα απόστολοι συν αυτω

15 και ειπεν προς αυτους επιθυμία επεθύμησα τούτο το πάσχα φάγειν μεθ υμων προ του με παθειν

16 λεγω γαρ υμιν οτι ουκέτι ου μη φάγω εξ αυτού εως οτου πληρώθη εν τη βασιλεία του θεού

17 και δεξάμενος ποτήριον ευχαριστήσας είπεν λάβετε τούτο και διαμερίσατε εαυτοίς

18 λέγω γαρ υμίν οτι ου μη πιω απο του γεννήματος της αμπέλου εως οτου η βασιλεία του θεού έλθη

19 και λαβών άρτον ευχαριστήσας έκλασεν και έδωκεν αυτοίς λέγων τούτο 'εστιν το σώμα μου το υπέρ υμών διδόμενον τούτο ποιείτε εις την εμήν ανάμνησιν

20 ωσαυτως και το ποτήριον μετά το δειπνήσαι λέγων τούτο το ποτήριον η καινή διαθήκη εν τω αίματι μου το υπέρ υμων εκχυνόμενον

21 πλην ιδού η χειρ του παραδιδόντος με μετ εμού επι της τραπέζης

22 και ο μεν υιός του ανθρώπου πορευεται κατά το ωρισμένον....
-------
Συναξάριον

«Τη Αγία και Μεγάλη Τετάρτη της αλειψάσης τον Κύριον μύρω πόρνης γυναικός μνείαν ποιείσθαι οι θειότατοι Πατέρες εθέσπισαν, ότι προ του Σωτηρίου πάθους μικρόν τούτο γέγονε».
--------
Στίχοι

 Γυνή, βαλοῦσα σώματι Χριστοῦ μύρον, Τὴν Νικοδήμου προὔλαβε σμυρναλόην.

Ἀλλ' ὁ τῷ, νοητῷ μύρῳ χρισθείς, Χριστὲ ὁ Θεός, τῶν ἐπιρρύτων παθῶν ἐλευθέρωσον, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος ἅγιος, καὶ φιλάνθρωπος. Ἀμήν.
--------
Ἦχος γ' 

Τὸν νυμφῶνά σου βλέπω, Σωτήρ μου κεκοσμημένον, καὶ ἔνδυμα οὐκ ἔχω, ἵνα εἰσέλθω ἐν αὐτῷ, λάμπρυνόν μου τὴν στολὴν τῆς ψυχῆς, Φωτοδότα, καὶ σῶσόν με.
-------
Απόστιχα του Όρθρου της Μεγάλης Πέμπτης σε Ήχο πλάγιο του Τετάρτου

Σήμερον τὸ κατὰ τοῦ Χριστοῦ πονηρὸν συνήχθη συνέδριον καὶ κατ’αὐτοῦ κενὰ ἐβουλεύσατο, παραδοῦναι Πιλάτῳ εἰς θάνατον τὸν ἀνεύθυνον. Σήμερον τὴν τῶν χρημάτων ἀγχόνην Ἰούδας ἑαυτῷ περιτίθησι καὶ στερεῖται κατ' ἄμφῳ ζωῆς, προσκαίρου καὶ θείας. Σήμερον Καϊάφας ἄκων προφητεύει, Συμφέρει, λέγων, ὑπὲρ τὸν λαοῦ ἕνα ἀπολέσθαι. Ἦλθε γὰρ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν τοῦ παθεῖν, ἵνα ἡμᾶς ἐλευθερώσῃ ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
--------
Δόξα… Ἦχος πλ. δ’

 Ὁ τρόπος σου δολιότητος γέμει, παράνομε Ἰούδα· νοσῶν γὰρ φιλαργυρίαν, ἐκέρδησας μισανθρωπίαν· εἰ γὰρ πλοῦτον ἠγάπας, τί τῷ περὶ πτωχείας διδάσκοντι ἐφοίτας; εἰ δὲ καὶ ἐφίλεις, ἵνα τί ἐπώλεις τὸν ἀτίμητον, προδιδοὺς εἰς μιαιφονίαν. Φρῖξον ἥλιε, στέναξον ἡ γῆ, καὶ κλονουμένη βόησον· Ἀνεξίκακε Κύριε δόξα σοι.
----------
Μυσταγωγών σου Κύριε τους Μαθητάς, εδίδασκες λέγων. Ω φίλοι, οράτε, μηδείς υμάς χωρίσει μου φόβος· ει γαρ πάσχω, αλλ’ υπέρ του κόσμου· μη ουν σκανδαλίζεσθε εν εμοί· ου γαρ ήλθον διακονηθήναι, αλλά διακονήσαι, και δούναι την ψυχήν μου, λύτρον υπέρ του κόσμου. Ει ουν υμείς φίλοι μου εστε, εμέ μιμείσθε· ο θέλων πρώτος είναι, έστω έσχατος, ο δεσπότης, ως ο διάκονος· μείνατε εν εμοί, ίνα βότρυν φέρητε· εγώ γαρ ειμι της ζωής η άμπελος
---------
Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Ἀλληλούϊα. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Post Top Ad

2Η ΦΩΤΟ
-->