Τροπάριο της Μεγάλης Παρασκευής, ήχος πλάγιος του δ', τρίφωνος.
Ψάλει χορός Βατοπαιδινών Πατέρων(2007)
CD:Μεγάλη Παρασκευή
ΥΜΝΟΣ
Ὅτε οἱ ἔνδοξοι Μαθηταί,
ἐν τῷ νιπτῆρι τοῦ Δείπνου ἐφωτίζοντο,
τότε Ἰούδας ὁ δυσσεβής,
φιλαργυρίαν νοσήσας ἐσκοτίζετο,
καὶ ἀνόμοις κριταῖς, σὲ τὸν δίκαιον
Κριτὴν παραδίδωσι.
Βλέπε χρημάτων ἐραστά,
τὸν διὰ ταῦτα ἀγχόνῃ χρησάμενον,
φεῦγε ἀκόρεστον ψυχήν,
τὴν Διδασκάλω τοιαῦτα τολμήσασαν.
Ὁ περὶ πάντας ἀγαθός,
Κύριε δόξα σοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου